Ancient Greek
Section 14bx
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν Section 14bx
Not analysed yet
⟨⟨εἷς ἄρα καὶ ὁ θεός. καὶ πάλιν, εἰ πάντα ζῷά ἐστι, καὶ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, μία δὲ κατὰ πάντων ζωή, ⟨ζωὴ δὲ⟩ ὑπὸ τοῦ θεοῦ γίνεται, [καὶ αὕτη ἐστὶ θεός,] ὑπὸ τοῦ θεοῦ ἄρα γίνεται πάντα. ⟩⟩