Ancient Greek
Section 12a
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 12a
Not analysed yet
καὶ τί μέγα τῷ θεῷ [ζωὴν καὶ ψυχὴν] καὶ ἀθανασίαν καὶ μεταβολὴν ποιεῖν, σοῦ τοσαῦτα ποιοῦντος; καὶ γὰρ βλέπεις, καὶ λαλεῖς, καὶ ἀκούεις, καὶ ὀσφραίνῃ, καὶ ἅπτῃ, καὶ περιπατεῖς, καὶ νοεῖς, καὶ πνεῖς. καὶ οὐχ ἕτερος μέν ἐστιν ὁ βλέπων, ἕτερος δὲ ὁ ἀκούων, ἕτερος δὲ ὁ λαλῶν, ἄλλος δὲ ὁ ἁπτόμενος, ἄλλος δὲ ὁ ὀσφραινόμενος, ἄλλος δὲ ὁ περιπατῶν, καὶ ἄλλος ὁ νοῶν, καὶ ἄλλος ὁ ἀναπνέων· ἀλλὰ εἷς ὁ ταῦτα πάντα ⟨ποιῶν⟩.