Ancient Greek
Section 21a
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 21a
Not analysed yet
ἐὰν δὲ κατακλείσῃς σου τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ ταπεινώσῃς ἑαυτόν, καὶ εἴπῃς Οὐδὲν νοῶ, οὐδὲν δύναμαι· φοβοῦμαι Γήν ⟨καὶ⟩ θάλασσαν· εἰς τὸν οὐρανὸν ἀναβῆναι οὐ δύναμαι· οὐκ οἶδα τίς ἤμην, οὐκ οἶδα τίς ἔσομαι· τί σοι καὶ τῷ θεῷ; οὐδὲν γὰρ δύνασαι τῶν καλῶν καὶ ἀγαθῶν ⟨⟨νοῆσαι⟩⟩, φιλοσώματος ὢν καὶ κακὸς [[νοῆσαι]].