Ancient Greek
Section 21b
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 21b
Not analysed yet
ἡ γὰρ τελεία κακία τὸ ἀγνοεῖν τὸ⟨ν⟩ θε[ι]όν· τὸ δὲ δύνασθαι γνῶναι, καὶ θελῆσαι, καὶ ἐλπίσαι, ὁδός ἐστιν εὐθῪ [ἰδία] τοῦ ἀγαθοῦ φέρουσα, καὶ ῥᾳδία ὁδεύοντι [[σοι]]. πανταχοῦ συναντήσει ⟨⟨σοι⟩⟩ ⟨ὁ θεός⟩, καὶ πανταχοῦ ὀφθήσεται, ὅπου καὶ ὅτε οὐ προσδοκᾷς, γρηγοροῦντι κοιμωμένῳ, πλέοντι ὁδεύοντι, νυκτὸς ἡμέρας, λαλοῦντι σιωπῶντι· οὐδὲν γάρ ἐστιν ὃ οὐκ ἔστιν [εἰκόνι] ⟨ἐκεῖνος⟩.