Ancient Greek
Section 22a
Corpus Hermeticum, Νοῦ πρὸς Ἑρμῆν 22a
Not analysed yet
εἶτα φῂς ἀόρατος ὁ θεός; εὐφήμησον. καὶ τίς αὐτοῦ φανερώτερος; δι᾽ αὐτὸ τοῦτο πάντα πεποίηκεν, ἵνα διὰ πάντων αὐτὸν βλέπῃς. [τοῦτο ἔστι τὸ ἀγαθὸν] [[τοῦ θεοῦ,]] τοῦτο ἡ ⟨⟨τοῦ θεοῦ⟩⟩ ἀρετή, τὸ αὐτὸν φαίνεσθαι διὰ πάντων. οὐδὲν γὰρ ⟨ἀ⟩όρατον, οὐδὲ τῶν ἀσωμάτων· ⟨ὁ⟩ νοῦς ὁρᾶται ἐν τῷ νοεῖν, ὁ θεὸς ἐν τῷ ποιεῖν.