Ancient Greek
Section 21
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 21
Not analysed yet
ἴδε τὴν τάξιν τοῦ κόσμου [καὶ τὴν εὐκοσμίαν τῆς τάξεως]· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην πληρεστάτην οὖσαν ζωῆς· ⟨ἴδε⟩ τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ⟨τῶν ἐνόντων⟩ [ἀγαθῶν καὶ καλῶν] [θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων]. —Ἀλλ᾽ αὗται, ὦ πάτερ, ἐνέργειαι ὅλως εἰσίν. —Εἰ οὖν ἐνέργειαί [ὅλως] εἰσιν, ὦ τέκνον, ὑπὸ τίνος [οὖν] ἐνεργοῦνται [ὑπὸ] ἄλλου ⟨ἢ τοῦ⟩ θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη εἰσὶν οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέρη ἐστὶ ⟨τοῦ⟩ θεοῦ [ζωὴ καὶ ἀθανασία καὶ] εἱμα⟨ρμένη⟩ καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις [καὶ ψυχὴ καὶ νοῦς]; [καὶ τούτων πάντων ἡ διαμονὴ] [τὸ λεγόμενον ἀγαθόν.] καὶ οὐκ [ἔτι] ἔστι τι τῶν γινομένων ἢ τῶν γεγονότων ὅπου οὐκ ἔστιν ὁ θεός.