Ancient Greek
Section 22
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ νοῦ ⎡κοινοῦ⎤ πρὸς Τάτ 22
Not analysed yet
—Ἐν τῇ ὕλῃ οὖν, ὦ πάτερ; —Ἡ γὰρ ὕλη, ὦ τέκνον, χωρὶς θεοῦ ⟨τί⟩ ἐστιν, ἵνα τόπον αὐτῇ ἀπομερίσῃς [τόπον]; τί δὲ [ουσ] ἂν ἢ σωρὸν αὐτὴν οἴει εἶναι, μὴ ἐνεργουμένην; εἰ δὲ ἐνεργεῖται, ὑπὸ τίνος ἐνεργεῖται; τὰς γὰρ ἐνεργείας ἔφαμεν εἶναι μέρη τοῦ θεοῦ. ὑπὸ τίνος οὖν ζωοποιεῖται τὰ πάντα ζῷα; ὑπὸ τίνος ἀθανατίεται τὰ ἀθάνατα; ὑπὸ τίνος μεταβάλλεται τὰ μεταβλητά; εἴτε δὲ ὕλην, εἴτε σῶμα, εἴτε οὐσίαν φῄς, ἴσθι καὶ ταύτας οὔϲας ἐνεργείας τοῦ θεοῦ· ⟨ὁ γὰρ θεὸς⟩ καὶ ⟨τῆς⟩ ὕλη⟨ς⟩ ἐνεργεῖ τὴν ὑλότητα, καὶ τῶν σωμάτων ⟨τὴν⟩ σωματότητα, καὶ ⟨τ⟩ῆ⟨ς⟩ οὐσία⟨ς⟩ τὴν οὐσιότητα. καὶ τοῦτο ἔστιν ὁ θεός, τὸ πᾶν·