Ancient Greek
Section 11
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 11
Not analysed yet
[περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως.] ἀλλὰ σπεύδει ὁ ⎡λόγος⎤ εἰς τὰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος [ἔπειτα δὲ καὶ τῶν θειοτάτων βασιλέων τῶν εἰρήνην ἡμῖν βραβευ όντων] περατῶσαι τὸν λόγον. [ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος [καὶ τῆς ἄνω δυνάμεως] ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας.] καὶ ⟨γὰρ⟩ ὥσπερ ὁ ἥλιος, τρόφιμος ὢν πάντων τῶν βλαστημάτων, αὐτὸς [πρῶτος ἀνασχὼν] τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται, χερσὶ μεγίσταις [ὥσπερ] [εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος] ταῖς ἀκτῖσι [καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες] τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα [πρῶτον] ἀποδρεπόμει οϲ, οὕτω δὴ καὶ ἡμῖν, [ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ] τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις [καὶ ταύτην] εἰς τὰ [ἡμέτερα] τῶν ψυχῶν [ὑπερ]οὐράνια φυτά, καταχρωμένοις πάλιν εἰς αὐτὸ⟨ν⟩ [γυμναστέον τὰ τῆς εὐφημίας] [ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει] τὴν βλάστην ἅπασαν ⟨. . . ⟩.