Ancient Greek
Section 12
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 12
Not analysed yet
θεῷ μὲν ⟨οὖν⟩, [πανακηράτῳ καὶ] ⟨τῷ⟩ πατρὶ τῶν ἡμετέρων ψυχῶν, πρὸς μυρίων στομάτων καὶ φωνῶν τὴν εὐφημίαν ἀναφέρεσθαι πρέπει, κἂΝ εἰ μὴ [τὸ] πρὸς ἀξίαν ἔστιν εἰπεῖν, ἐφαμίλλους οὐκ ὄντας τῷ λέγειν. οὐδὲ γὰρ οἱ ἀρτιγενεῖς ὄντες τὸν πατέρα πρὸς ἀξίαν ὑμνεῖν ἔχουσι, τὰ δὲ κατὰ δύναμιν αὐτοῖς πρεπόντως ἀποδιδόασι [καὶ συγγνώμην ἔχουσιν] [ἐνταῦθα]. μᾶλλον δὲ αὐτὸ τοῦτο εὔκλεια τῷ θεῷ, τὸ μείζονα αὐτὸν εἶναι ⟨τοῦ⟩ τῶν ἑαυτοῦ γεννημάτων ⟨ἐπαίνου⟩· καὶ τὰ προοίμια [καὶ τὴν χάριν] καὶ μέσ[οτητ]α καὶ τέλος τῶν εὐφημιῶν τὸ ὁμολογεῖν τὸν πατέρα ἀπειροδύναμον ⟨εἶναι⟩ καὶ⎡ἀπειροτέρμονα⎤.