Ancient Greek
Section 15x
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 15x
Not analysed yet
⟨⟨οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν· ἀλλὰ δὴ καταβαίνομεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ᾽ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ [ἀπὸ τῶν βασιλέων ἀρξαμένους καὶ] ἀπὸ τούτων ἀσκουμένους [[καὶ]] ἤδη ⟨⟨καὶ⟩⟩ συνεθίζειν ἑαυτοὺς [εἰς ἐγκώμια] καὶ ⟨γ⟩υμν⟨άζ⟩ειν ⟨εἰς⟩ τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν. [καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν] [ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία.] ⟩⟩