Ancient Greek
Section 10
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 10
Not analysed yet
ἐπὶ ⟨τοὺς τούτων⟩ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνει ὁ λόγος [[ἐπείγεται]], καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις ⟨⟨ἐπείγεται⟩⟩ βασιλέας, οἷς [πάλαι] μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος [θεοῦ] κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις [ἀρρωστίας] ⟨ἀριστείας⟩ προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, [οἷς οὐ τὸ βασιλεύειν μόνον ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται,] οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον.