Ancient Greek
Section 16x
Corpus Hermeticum, [περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς] 16x
Not analysed yet
⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨. . . ⟩,καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν]. ⟩⟩