Ancient Greek
Section 11
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 11
Not analysed yet
—Πῶς λέγεις, ὦ Τρισμέγιστε; —Οὐ σῶμά ἐστιν ὁ ἀήρ; —Σῶμα. —Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων σωμάτων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ᾽ ἄλλων σωμάτων στενοχωρουμένων, καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξεωϲ γὰρ μεστά ἐστιν [ἀέρος καὶ πνεύματος]. —Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. —