Ancient Greek
Section 10
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 10
Not analysed yet
Eν κενῷ δὲ ⟨οὐ⟩ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; —ΕὐφήΜ⟨ει⟩, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενόν· μόνον δὲ τὸ μὴ ὂν κενόν ἐστι. ⟨⟨τὸ γὰρ ὑπάρχον⟩⟩ τῷ τῆς ὑπάρξεως λόγῳ ⟨⟨κενὸν οὐδέποτε γενέσθαι δύναται· ⟩⟩τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν. [[τὸ γὰρ ὑπάρχον]] [[κενὸν οὐδέποτε γενέσθαι δύναται. ὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, τοιαῦτα, οἷον κάδος κενὸς καὶ κέραμος καὶ ⎡ποταμὸς ὅλος⎤ καὶ ληνὸς καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια; —Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα κενὰ ἡγῇ εἶναι;