Ancient Greek
Section 16
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 16
Not analysed yet
λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ᾽ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, ⟨⟨καὶ⟩⟩ τοῦ θεοῦ [[καὶ]] ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθο῀Υ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ⟨⟨ἑστι⟨ν⟩⟩⟩, ⟨ὡς⟩ ἅπαντα [[ἐστι]] διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός.