Ancient Greek
Section 17a
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 17a
Not analysed yet
ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρὸς πάλιν, διὰ τὸ ποιητικὸν πάντων· πατρὸς γὰρ τὸ ποιεῖν. διὸ καὶ μεγίστη ⟨τῶν⟩ ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὗ φρονοῦσίν ἐστιν ἡ παιδοποιία· καὶ μέγιστον ἀτύχημα καὶ ἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι· ⟨⟨ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου. ⟩⟩καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. ἡ δὲ τιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχον. [[ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου.]] τοιγαροῦν, ὦ Ασκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς, τοὐναντίον δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει τιμωρία.