Ancient Greek
Section 6b
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 6b
Not analysed yet
πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ᾽ ἐν ἑστῶτι. καὶ τὸ κινοῦν δὲ ἕστηκεν· ἀδύνατον γὰρ αὐτὸ συγκινεῖσθαι. —Πῶς· οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε ⟨κινοῦντα⟩ συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας. —Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ᾽ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ᾽ ἐναντίως ἀλλήλαις. ἡ δὲ ἐναντίωσις ⟨⟨τῆς κινήσεως⟩⟩ τὴν ἀντέρεισιν [[τῆς κινήσεως]] ἔχει ἑστῶσαν· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς.