Ancient Greek
Section 7
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 7
Not analysed yet
αἱ οὖν πλανώμεναι σφαῖραι, ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ⎡ὑπ᾽ ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται. ⎤καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, [περὶ δὲ τὸ αὐτὸ στρεφομένας,] οἴει κινεῖσθαι ἢ ἑστάναι; —Κινεῖσθαι, ὦ Τρισμέγιστε. —Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ; —Τὴν περὶ τὸ αὐτὸ στρεφομένην. H δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ ⟨τὸ⟩ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, κωλυόμενον δὲ τὸ ὑπὲρ αὐτὸ ⎡εἰ ἔστη⎤ εἰς τὸ περὶ ⟨τὸ⟩ αὐτό. οὕτω καὶ ἡ ἐναντία φορὰ 8 a ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη.