Ancient Greek
Section 8b
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 8b
Not analysed yet
⟨. . . ⟩ἡ οὖν κίνησις τοῦ κόσμου, καὶ παντὸς δὲ ζῴου ὑλικοῦ, οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ᾽ ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς [ἢ πνεύματος] ἢ ἂλλου τινὸς ἀσωμάτου. σῶμα γὰρ ἔμψυχον οὐ⟨χ ὑπὸ σώματος⟩ κινεῖ⟨ται⟩· ἀλλ᾽ οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον.