Ancient Greek
Section 9
Corpus Hermeticum, ⟨Ἑρμοῦ τρισμεγιστου πρὸς Ἀσκληπιόν⟩ 9
Not analysed yet
—Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα; —Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος, τὸ κινοῦν τὸ ἄψυχον, οὐ σῶμά ⟨ἐστιν⟩. ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος ⟨σῶμα⟩ καὶ τὸ τοῦ βασταζομένου· ⟨⟨ἐπεὶ⟩⟩ [διόπερ] ⟨τὸ⟩ ἄψυχον ⟨αὐ⟩τὸ καθ᾽ ⟨αὑτὸ⟩ οὐδὲν [[ἐπεὶ]] κινεῖ. ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. ⟨ὥστε⟩ καὶ [ὅτι μὲν] ἐν τίνι κινεῖται τὰ κινούμενα, καὶ ὑπὸ τίνος, δῆλον.