Ancient Greek
121 to 125
Corpus Parisinum, Pars Vi Cod Digby 6 121-125
Not analysed yet
Μητρόδωρος ἔλεγεν· "ἅμα τὴν ἐπαγγελίαν ποιητέον καὶ τὴν δόσιν συναπτέον· ἐπαγγελίαν γὰρ ἀνατεινομένην οὐκέτι σφραγίζεται χάρις." Γεγόναμεν ἅπαξ· δὶς δὲ οὐκ ἔτι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτι εἶναι· σὺ δὲ τῆς αὔριον οὐκ ὢν κύριος ἀναβάλλῃ τὸν καιρόν· ὁ δὲ πάντων βίος μελλησμῷ παραπόλλυται καὶ διὰ τοῦτο ἕκαστος ἡμῶν ἀσχολούμενος ἀποθνήσκει. Μὴ ζήτει γίνεσθαι τὰ γινόμενα ὡς θέλεις, ἀλλὰ θέλε ὡς ἂν τα γινόμενα γίνηται. Μὴ φεῦγε μικρὰ χαρίζεσθαι· δόξεις γὰρ καὶ περὶ τὰ μεγάλα τοιοῦτος εἶναι. Μηδενὶ πονηρῷ πράγματι προστῇς ἢ συνηγορήσῃς· δόξεις γὰρ καὶ αὐτὸς τοιαῦτα πράττειν οἷα τοῖς ἄλλοις πράττουσι βοηθεῖς.