Ancient Greek
103 to 120
Corpus Parisinum, Pars Vi Cod Digby 6 103-120
Not analysed yet
Ὁ αὐτὸς εἶπε· "τὸ μὲν μέγα οὐ πάντως καλόν, τὸ δὲ καλὸν πάντως μέγα." Καλὸν τι μὴ προσκόπτειν οὐ πρὸς ἰδίους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς πέλας. Κακοῖς συνεχῶς ὁμιλῶν γενήσῃ καὐτὸς ἐκείνοις ὅμοιος. Καθάπερ αἱ χελιδόνες τῷ συνεχεῖ τῆς λαλιᾶς τὴν ἡδονὴν τῆς ὁμιλίας ἀποβάλλουσιν οὔτως οἱ ἀδόλεσχοι ὀχλήσεις συνεχεῖς ποιούμενοι. Καταλαβὼν τίς τινα λίθους αὐτοῦ κλέπτοντα κἀκεἰνου λέγοντος· "οὐκ ἐγίνωσκον ὅτι σοί εἰσιν" ἔφη· "ἀλλ’ ᾔδεις ὅτι οὐδὲ σοί." Λεωνίδης ὁ Λακεδαιμόνιος ὁλίγους ἔχων στρατιώτας εἰς τὴν προς τοὺς Πέρσας μάχην ἐξεπορεύετο· εἰπόντος δέ τινος ὅτι μετ’ ὀλίγων παντελῶς ἐκπορεύεται εἶπεν· "ἀλλὰ μετὰ βουλομένων." Ὁ αὐτὸς χωλὸν ἔχων τὸ σκέλος ἐπὶ παράταξιν προῆγεν· εἰπόντων δέ τινων ὅτι "τοιοῦτος ὣν πῶς ἐπὶ παράταξιν ἀπῄεις;" εἶπεν· "οὐ φευγόντων, ἀλλ’ ἑστώτων χρεῖα." Λάκων ἀσθενῶς τὸ σῶμα διακείμενος ἐπὶ παράταξιν προῆγεν· λεγόντων δέ τινων αὐτῷ "ποῦ τοιοὖτος ὢν πορέυῃ;" ἔφη· "ὑπὲρ τῆς πατρίδος ἀποθανεῖν." Ὁ αὐτὸς παιδαγωγὸς ἐρωτηθεὶς ὑπό τινος τί διδάσκει τοὺς παῖδας εἶπε· "τὰ καλὰ αὐτοῖς ἡδέα φαίνεσθαι." Λύσιππος ὁ ἀνδριαντοποιὸς ἐρωτηθεὶς ὑπό τινος "διὰ τί δήμῳ ἀνδριάντα ποιῶν ὦτα οὑ περιέθηκας;" εἶπε· "δῆμος ἀκοῇ οὔποτε τίθεται αὐθαδείᾳ δὲ μᾶλλον." Λᾶσος ὁ Ἑρμιονεὺς ἐρωτηθεὶς ὑπό τινος τί εἴη σοφώτατον "πεῖρα" ἔφη. Λαβών τι παρά τινος εὐθὺς ἀπόδος ἵνα πάλιν λάβῃς. Λόγος πραγμάτων ἑρμηνεύς· τῶν φαύλων οὖν ἔργων καὶ τοὺς λόγους παραιτητέον· καὶ ὃ οὐκ ἂν πράξῃς μηδὲ δείξῃς. Λυπεῖν ἑκουσίως τοὺς φίλους ἀφροσύνης ἴδιον ὑπάρχει. Λάλει τὰ μέτρια καὶ μὴ λάλει ἃ μή σε δεῖ. Μένανδρος ἐρωτηθεὶς τί διαφέρουσιν ἀλλήλων Σοφοκλῆς καὶ Eὐριπίδης εἶπεν ὅτι Σοφοκλῆς μὲν τέρπεσθαι ποιεῖ τοὺς ἀνθρώπους, Eὐριπίδης δὲ σκuθρωπάζειν τοὺς ἀκροατάς. Ὁ αὐτὸς ἀφυοῦς ζωγράφου λέγοντος αὐτῷ "κονίασόν σου τὴν οἰκίαν ἵνα αὐτὴν ζωγράφησω" ἔφη· "οὖ μέν οὖν, ἀλλὰ πρότερον αὐτὴν ζωγράφησον ἵνα μετὰ ταῦτα ἐγὼ αὐτὴν κονιάσω." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστι κακὸν διδασκάλιον εἶπε· "τύφος."