Ancient Greek
48 to 50
Corpus Parisinum, Pars Vi Cod Digby 6 48-50
Not analysed yet
Εὐριπίδης ὁ τῶν τραγωδιῶν ποιητὴς φακῆν ἕψων καὶ μὴ ἔχων ξύλα ἀνελόμενος ξόανον Ἡρακλέους ἐγγὺς ἑστηκὸς ἐπέθηκε τῇ ἑστίᾳ εἰπών· Ἡράκλεις, τρισκαιδέκατόν σοι τοῦτον ἆθλον Εὐριπίδης ἐπέθηκεν ἐπὶ φακῆν ἑψήσας." Ὁ αὐτὸς ἔφη ῥήτορας μηδαμῶς εἶναι πρὸς τοὺς ἀγαθούς, πρὸς δὲ τοὺς συκοφάντας μόνον μισοῦσθαι τοὺς ῥήτορας· καὶ γὰρ τοὺς κύνας οὐ πρὸς τὰ πρόβατα, ἀλλὰ πρὸς τοὺς λύκους οἱ ποιμένες τρέφουσιν. Εὐκλείδης ὁ φιλόσοφος ἐρωτώμενος ὑπό τινος ὁποῖοί τινες εἰσιν οἱ θεοὶ καὶ τίνι χαίρουσιν "τὰ μὲν ἄλλα οὐκ οἶδα," εἶπε, "τοὺς μέντοι φιλοπράγμονας ὅτι μισοῦσιν ἀσφαλῶς οἶδα."