Ancient Greek
51
Corpus Parisinum, Pars Vi Cod Digby 6 51
Not analysed yet
Ὁ αὐτὸς τοὺς αἰτουμένους παρὰ τῶν θεῶν φρένας ἀγαθὰς καὶ μὴ ἑἀυτοὺς παιδευομένους ἀναισθήτους ἔφασκεν εἶναι· οὔτε γὰρ ζωγράφον εὐχόμενον εἶναι τοῖς θεοῖς δοῦναι αὑτῷ γραμμὴν καὶ εὔχροιαν λαβεῖν ἂν εἰ μὴ μάθοι τὴν τέχνην, οὔτε μουσικὸν γενέσθαι ποτ’ ἂν ἕνεκεν εὐχῆς εἰ μὴ ἂν τὰ μουσικὰ μάθοι· τὸν δὲ αὐτὸν τρόπον οὐδ’ ἂν φρόνιμόν τινα γενέσθαι εὐχόμενον εἰ μὴ τούτων τὴν μάθησιν λάβοι.