Ancient Greek · ~2 min
1 to 3
CRATERUS MACEDO, Fragmenta 1-3
Not analysed yet
Καρήνη, πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ. Τὸ ἐθνικὸν Καρηναῖος, ὡς Κράτερος γʹ Περὶ ψηφισμάτων· «Γρυνεῖς, Πιταναῖοι, Καρηναῖοι.» Ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσι ταῖς Καρικαῖς Κράτερος ἐν τῷ Περὶ ψηφισμάτων γ ́· «Καρικὸς φόρος· Δῶρος, Φασελῖται . . .» Τυρόδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόδιζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. Τὸ ἐθνικὸν δεῖ Τυροδιζαῖος, ὡς Γαζαῖος· νῦν δὲ Τυροδιζηνοὶ λέγονται, ὡς Κράτερος ἐν τρίτῳ Περὶ ψηφισμάτων.