Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_CRATERUS_MACEDO
CRATERUS MACEDO, Fragmenta 4
Not analysed yet
Ναυτοδίκαι· Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. Ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κράτερος γοῦν ἐν τῷ δ ́ τῶν Ψηφισμάτων φησίν· «Ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς [ἔξεστιν, ἐν τοῖς ναυτοδίκαις· οἷς δὲ] δίκαι εἰσὶ [πρὸς τοὺς ξένους] λαγχάνειν τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας.» Ἀριστοφάνης Δαιταλεῦσιν· «Ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένην ἐξαίφνης.»