Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_CRATERUS_MACEDO
CRATERUS MACEDO, Fragmenta 5
Not analysed yet
Εἰσαγγελία· κατὰ κοινῶν καὶ ἀγράφων ἀδικημάτων· αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα. Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ Περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύῃ τὸν δῆμον ῥήτωρ, ἢ μὴ τὰ ἄριστα συμβουλεύῃ [τῷ δήμῳ] χρήματα λαμβάνων, ἢ ἐάν τις προδιδοὺς χωρίον (φρουρίον Phot.) ἢ ναῦς ἢ πεζὴν στρατιὰν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται [ἄνευ τοῦ πεμφθῆναι παρὰ τοῦ δήμου] ἢ μισθοφορῇ παρ ̓ αὐτοῖς ἢ στρατεύηται μετ ̓ αὐτῶν, ἢ δῶρα λαμβάνῃ [ἐπὶ βλάβῃ τοῦ δήμου]. Συνομολογεῖ δὲ τοῖς ὐπὸ Θεοφράστου (sc. λεγομένοις), ὅτι Θεμιστοκλέα εἰσήγγειλε κατὰ Κράτερον Λεωβότας Ἀλκμαίωνος Ἀγραύληθεν.