Ancient Greek · ~5 min
1 to 6
CRATES ATHENIENSIS, Fragmenta 1-6
Not analysed yet
Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλόν φησι καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι. Κράτης ἐν τῷ Περὶ τῶν Ἀθήνησι θυσιῶν οὕτω γράφει· «Τὸ δὲ Κύννειόν ἐστι Ἀπόλλωνος ἱερὸν Κυννείου· [ἀναλίσκεται δὲ εἰς τὰς θυσία τὰς τοῦ Ἀπόλλωνος τοῦ Κυννείου] τὸ ἐκ τοῦ θυννείου γινόμενον. Τοῦτο δέ ἐστι τὸ θυννεῖον Ἁλῆσι, καὶ γίνεται πρόσοδος μεγάλη. Ταύτην ἡ πόλις εἰς θυσίαν καταχωρίζει τῷ Ἀπόλλωνι τῷ Κυννείῳ Ἁλῆσι, οὗ Δημήτριος ὁ βασιλεύς.» Προκώνια . . . Δίδυμος δὲ προκώνια, φησὶ, πυροὶ μέλιτι κεχρισμένοι· Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι· ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι, ὡς Ἀντικλείδης ἐν τοῖς Ἐξηγητικοῖς ὑποσημαίνει. Δήμων δέ φησιν ἐν τῷ Περὶ θυσιῶν· «Καὶ προκώνιά ἐστι κάγχρος (κάχρυς Phot. Et Suidas) κατηριγμένοι μετὰ ἀρωμάτων.» Ὁμηρίδαι. Σέλευκος ἐν β’ Περὶ βίων ἁμαρτάνειν φησὶ Κράτητα νομίζοντα ἐν ταῖς ἱεροποιίαις Ὁμηρίδας ἀπογόνους εἶναι τοῦ ποιητοῦ. Καὶ οὐ μόνον θυσίας νηφαλίους, ἀλλὰ καὶ ξύλα τινὰ, ἐφ ̓ ὧν ἔκαιον. Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλια φησὶ προσαγορεύεσθαι. Ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι κτλ. (Phil. fr. 31). Περμησὸς, ὃς καλοῦσιν οἱ ἐγχώριοι διὰ τὸ πρῶτον φανῆναι Πάρμησον, ὥς φησι Κράτης ἐν τοῖς Βοιωτιακοῖς. Ἐμβάλλει δὲ εἰς τὴν Κωπαίδα λίμνην, τὰς δὲ πηγὰε ἔχει ἐν τῇ Θεσπιακῇ χώρᾳ.