Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_CRATES_ATHENIENSIS
CRATES ATHENIENSIS, Fragmenta 7
Not analysed yet
Ἄρνη, πόλις Βοιωτίας· ἔστι δὲ καὶ Θεσσαλίας· ἀπὸ Ἄρνης τῆς Αἰόλου· ὁ δέ Κράτης φησὶ παρὰ τὸ ἄρνας· ἐπιτηδεία γὰρ εἰς τὸ ἄρνας τρέφειν ἡ πόλις. Καὶ οὐκ ἀπεικός· ὡς γὰρ ὁ αὐτός φησι, καὶ τὴν Κῶν τὴν ἐπιτηδείαν πρὸς τὰ πρόβατα τοὺς ἐνοικοῦντας Κᾶρας οὕτως ὀνομάζειν τῇ οἰκείᾳ φωνῇ. Κῶν γὰρ τὸ πρόβατον ὠνόμασαν. Οὕτω καὶ τὴν ἄρνην· καὶ γὰρ αὕτη εὔαρνος.