Ancient Greek · ~2 min
B. Fragmenta.
Crateuas, Fragmenta 3
Not analysed yet
3 Cod. Const. fol. 25r Κρατεύας ῥιζοτομος. Ἀχίλλειος· ταύτης τῆς βοτάνης ἡ κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς, πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική. Diosc. IV 36 (196, 6).