Ancient Greek · ~2 min
B. Fragmenta.
Crateuas, Fragmenta 4
Not analysed yet
4 Cod. Const. fol. 26r Κρατεύας. ἀνεμώνη ἡ φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρσιν. μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. Diosc. II 176 (244, 11 sq.) . Plin. n. h. 21, 164.