Ancient Greek
300
Cratinus Comic., Fragmenta 300
Unproofread scanNot analysed yet
πάλαι γὰρ αὐτὸ λόγοισι προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. Plutarchus Pericl. 13 τὸ δὲ μακρὸν τεῖχος, περὶ οὗ Σωκράτης ἀκοῦσαί φησιν αὐτὸς εἰσηγουμένου γνώμην Περικλέους, ἠργολάβησε Καλλικράτης· κωμῳδεῖ δὲ τὸ ἔργον Κρατῖνος ὡς βραδέως περαινόμενον κτλ. Mor. 351a καί τοι καὶ τοῦτον (Periclem) ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος, οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου τείχους λόγοισι γὰρ αὐτὸ προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. λόγοισι Stephanus] λόγοις. προάγει Reiskius] προσάγει. cf. Plat. Gorg. 455e cum schol. 342 Bekker. Krueg. Stud. hist. phil. 167sq. Wachsmuth. Athen. I 328—336.