Ancient Greek
301 to 306
Cratinus Comic., Fragmenta 301-306
Unproofread scanNot analysed yet
γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαϊσμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον ἦν, ὦ θεοί· καὶ γὰρ ἐβλίμαξον αὐτήν, ἣ δ’ ἐφρόντιζ’ οὐδὲ ἕν. γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. εὐπρόσωπος ἧσθ’ ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων. καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. ἀφυπνίζεσθαι χρὴ πάντα θεατήν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα. τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής. ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων.