Ancient Greek
276.4 to 277.2
Crinis, Fragmenta 276.4-277.2
Unproofread scanNot analysed yet
1 Arrianus Epictet. dissert. III 2, 15. ἤπελθε νῦν καὶ ἀναγλγνωσκε Ἀρχέδημον· εἶτα μὴς ἂν καταπέσῃ καὶ ψοφήσῃ, ἀπέθανες· τοιούτος γὰρ σε μένει θάνατος, οἷος καὶ τὸν ——τίνα ποτ’ ἐκεῖνον; —τὸν Κρῖνιν· καὶ ἐκεῖνος μέγα ἐφρόνει ὅτι ἐνδοὶ Ἀρχέδημον. 2 Diog. Laërt. VII 62. μερισμὸς δὲ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις, οἷον „τῶν ἀγαθῶν τὰ μὲν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα. “3 Diog. Laërt. VII 68. Τῶν ἀξιωμάτων τὰ μὲν ἐστιν ἀπλά, τὰ δ’ οὐχ ἀπλά, ὡς φασιν οἱ περὶ Χρύσιππον ——καὶ Κρῖνιν. 4 Diocles Magnes apud Diog. Laërt. VII 71. παρασυννημένον δέ ἐστιν, ὡς ὁ Κρίνις φησὶν ἐν τῇ διαλεκτικῇ τέχνῃ, ἀξίωμα ὁ ὑπὸ τοῦ „ἐπεὶ“ συνδέσμου παρασυνήπται, ἀρχόμενον ἀπ’ ἀξιώματος καὶ λῆγον εἰς ἀξίωμα, οἷον „ἐπεὶ ἡμέρα ἐστί, φῶς ἐστίν“. ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος ἀκολουθεῖν τε τὸ δεύτερον τῷ πρώτῳ καὶ τὸ πρῶτον ὑφεστάναι. ibid. 74. παρασυννημένον δὲ ἀληθὲς μὲν ἐστιν ὁ ἀρχόμενον ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λῆγει, οἷον „ἐπεὶ ἡμέρα ἐστίν, ἡλίος ἐστιν ὑπὲρ γῆς“. ψευδὸς δὲ ἢ ἀπὸ ψευδοῦς ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λῆγει, οἷον „ἐπεὶ νὺξ ἐστι, Δίων περιπατεῖ“ ἂν ἡμέρας οὖσης λέγῃται.