Ancient Greek
277.3
Crinis, Fragmenta 277.3
Unproofread scanNot analysed yet
5 Diocles Magnes apud Diog. Laërt. VII 76. λόγος δέ ἐστι, ὡς οἱ περὶ τὸν Κρίνιν φασί, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσλήψεως καὶ ἐπιφοράς, οἷον ὁ τοιοῦτος „εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἡμέρα δέ ἐστι· φῶς ἄρα ἐστί“. λῆμμα μὲν γάρ ἐστι τὸ „εἰ ἡμέρα ἐστι, φῶς ἐστί“, πρόσληψις τὸ „ἡμέρα δέ ἐστιν“, ἐπιφορὰ δὲ τὸ „φῶς ἄρα ἐστί“. τρόπος δέ ἐστιν οἷονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος „εἰ τὸ πρῶτον, τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον“. λογοτρόπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον „εἰ ξὴ Πλάτων, ἀναπνεῖ Πλάτων· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύ τερον“ παρεισῆχθη δὲ ὁ λογοτρόπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρῶν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν „τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον. “