Ancient Greek
804.1
Critias, Fragmenta 804.1
Unproofread scanNot analysed yet
ὅθεν τε λαμπρὸς ἀστέρος στίλβει μύδρος ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους πέριξ ἔστησεν ἀνθρώποις φόβους δεινοὺς καλῶς τε τῷ λόγῳ κατῴκισεν τὸν δαίμονα καὶ ἐν πρέποντι χωρίῳ, τὴν ἀνομίαν τε τοῖς φόβοις κατέσβεσεν.