Ancient Greek
804.2
Critias, Fragmenta 804.2
Unproofread scanNot analysed yet
οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος. καὶ Κριτίας δὲ εἷς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων διάρχειν, φάμενος ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθῃ τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῷ τὸ ῥητὸν οὕτως. ‘ἦν χρόνος —κατέσβεσεν‘ (v. 1—40). καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει ‘οὕτω δὲ —εἶναι γένος‘ (v. 41 et 42). θεοὺς γὰρ οἱ μὲν πολλοὶ φασὶν εἶναι, τινὲς δὲ οὐκ εἶναι, ὥσπερ οἱ περὶ Λαγόραν τὸν Μήλιον καὶ Θεόδωρον καὶ Κριτίαν τὸν Ἀθηναῖον. Euripidi non nullos horum versuum tribuit Plut. de placitis philos. 1, 7, 2 p. 880 E: καὶ Εὐριπίδης ὁ τραγωδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε (deos non esse) δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρευσεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ (haec verba repetiit Eusebius P. E. XIV p. 753 C). ‘ἦν γὰρ χρόνος‘ φησίν ‘ὅτ’ ἄτακτος ἦν ἀνθρώπων —ὑπηρέτης‘ (v. 1 et 2). ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο, κρύφα τε (1. δὲ) ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν ὡς δεῖ ἀεὶ ψευδεῖ λόγῳ τυρλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους ‘ὡς ἔστι —φρονεῖ τ’ ἄγαν‘ (v. 17 et 18). cf. Plut. ibid. 1, 6, 7 p. 879 F: ὅθεν καὶ Εὐριπίδης φησὶ ‘τὸν ἀστρωπὸν —σοφοῦ‘ (v. 33 et 34). Galenus Hist. philos. c. 8 vol. 19 p. 253: ὅθεν Εὐριπίδης εἶπεν ‘ἀστέρες δ’ ἐν οὐρανῷ ποίκιλμα τέκτονος σοφοῦ‘ (cf. v. 33 sq.) . idem Galenus vol. 19 p. 250: οὐ γὰρ εἶναι θεοὺς τετολμήκασιν. ἔοικε δὲ ταύτης τῆς ὑπολήψεως Εὐριπίδης, κἂν τοῦτο μὲν αὐτὸς οὐ λέγῃ —,ἀλλὰ τὸν Σίσυφον εἰσήγαγε τοῦτο λέγοντα. v. 1 ἦν ἄτακτος Sextus, ἄτακτος ἦν Plut. v. 3 ἄεθλον ante Barnesium. v. 6 ἵνα ἡ δίκη CR. v. 7 γένους βροτείου supplieri voluit Grotius, θρόνους ἔχουσα O. Hense Exerc. crit. p. 59, ἰσχὺν δὲ πᾶσαν Enger Adnot. ad poet. Gr. fr. p. 1. ἔχῃ δούλην CR. v. 10 ἀπεῖργον Normann, ἀπῆγον libri. βίᾳ suspectum. v. 11 sq. λάθρᾳ δ’ ἔπρασσον πολλά (ἄδικα Bach), τηνικαῦτά μοι |δοκεῖ πυκνός τις Pierson Veris. p. 136. potius v. 12