Ancient Greek · ~2 min
ΕΙΣ ΑΛΚΙΒΙΑΔΗΝ.
Critias, Fragmenta ΕΙΣ ΑΛΚΙΒΙΑΔΗΝ.
Not analysed yet
4. [3 B. ,5 Cr.] HEPHAEST. 2, 3 (περὶ συνεκφωνήσεως) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις . . . ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥσπερ Κ. ἐν τῆι εἰς Ἀλκιβιάδην ἐλεγείαι οὐκ ὤιετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γάρ· καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι· νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.