Ancient Greek
Fragment 5
Critias, Fragmenta 5
Not analysed yet
5. [4 B. 6 Cr.] PLUT. Alcib. 33 τὸ μὲν οὖν ψήφισμα τὴς καθόδου πρότερον ἐκεκύρωτο Κριτίου τοῦ Καλλαίοχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς Ἐλεγείαις πεποίηκεν ὑπομιμνήισκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται. Vgl. B 75.