Ancient Greek
Fragment 33
Critias, Fragmenta 33
Not analysed yet
33. [24 B. ,2 M.] ATHEN. XI 463 E τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι, ὡς Κ. παρίστησιν ἐν τῆι Λακεδαιμονίων Πολιτείαι διὰ τούτων· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπὶ δεξιά, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπὶ δεξιά, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτωι ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῶι ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος 〈ἐπιχεῖ〉 ὅσον ἂν ἀποπίηι.