Ancient Greek · ~4 min
Fragment 34
Critias, Fragmenta 34
Not analysed yet
34. [25 B. ,3 M.] ——483 B Κ. δ’ ἐν Λακεδαιμονίων πολιτείαι γράφει οὕτως· χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ 〈καὶ〉 ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικὸς ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῶι· οὗ δὲ ἕνεκα στρατιωτικόν, 〈δηλώσω· στρατιώτηι〉 πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῶι. PLUT. Lyc. 9 [26 B.] διὸ καὶ τὰ πρόχειρα τῶν σκευῶν καὶ ἀναγκαῖα ταῦτα, κλιντῆρες καὶ δίφροι καὶ τράπεζαι, βέλτιστα παρ’ αὐτοῖς ἐδημιουργεῖτο, καὶ κώθων ὁ Λακωνικὸς εὐδοκίμει μάλιστα πρὸς τὰς στρατείας, ὥς φησι Κ. · τὰ γὰρ ἀναγκαίως πινόμενα τῶν ὑδάτων καὶ δυσωποῦντα τὴν ὄψιν ἀπεκρύπτετο τῆι χρόαι, καὶ τοῦ θολεροῦ προσκόπτοντος ἐντὸς καὶ προσισχομένου τοῖς ἄμβωσι καθαρώτερον ἐπλησίαζε τῶι στόματι τὸ πινόμενον. POLL. VI 97 κώθων Λακωνικόν [näml. ἔκπωμα]· τοῦ δὲ κώθωνος αἱ ἑκατέρωθεν πλευραὶ ὥσπερ καὶ τῆς χύτρας ἄμβωνες καλοῦνται. S. PHOT. κώθων.