Ancient Greek
580.1
Critias, Testimonia 580.1
Unproofread scanNot analysed yet
τε καὶ δικαιότατῳ τῶν ἐφ’ ἑαυτοῦ δόξαντι, Θετταλοὶς δ’ ὁμοιοθῆναι, παρ’ οἷς ἀγερωχία καὶ ἀκρατος, καὶ τὰ τυραννικὰ ἐν οἴνῳ σπουδάζεται. ἀλλ’ ὁμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ’ ἐγοργιάζον ἐν Θετταλίαι μικραὶ 4 καὶ μείζους πόλεις ἐς Γοργιαν ὁρώσαι τὸν Λεοντίνον, μετέβαλον δ’ ἂν καὶ ἐς 5 τὸ κριτιαζειν, εἰ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ’ αὐτοῖς ἐποιεῖτο. ὁ δὲ ἠμέλει μὲν τούτων, βαρυτέρας δ’ αὐτοῖς ἐποίει τὰς ὀλιγαρ- 5 χίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἀπάσης, διαβάλλων δ’ Ἀθηναίους, ὡς πλείστα ἀνθρώπων ἀμαρτάνοντας, ὥστε ἐνθυμουμένωι ταῦτα Κ. ἂν εἴη Θετταλοὶς διεφθαρὼς μᾶλλον ἢ Κριτίαν Θετταλοὶ. 10 ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἱ κατῆγον ἀπὸ Φυλῆς τὸν δῆμον. δοκεῖ δ’ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίῳ τῇ τυραννίδι ἐχορήσατο· ἐμοὶ δὲ ἀποπεφάνθω μηδὲν ἀνθρώπων καλῶς δή ἀποθάνειν, ὑπὲρ ὧν οὐχ ὁρθῶς εἵλετο. δι’ ἃ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ 7 ἀνδρὸς καὶ τὰ φροντίσματα ἦτον σπουδασθῆναι τοῖς Ἑλλησιν· εἰ γὰρ μὴ 15 ὁμολογήσει δ’ λόγος τῶι ἡθεῖ, ἀλλοτρίαι τῇ γλώττῃ δόξομεν φθέγγεσθαι, ὥσπερ οἱ αἴλιοι.