Ancient Greek
580.2
Critias, Testimonia 580.2
Unproofread scanNot analysed yet
τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κ. καὶ πολυγνώμων σεμνολογήσαι 8 τε ἰκανότατος οὖ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ’ ἐκ τῶν κυριωτάτων συγκεκλιμένην καὶ κατὰ φύσιν 20 ἔχουσαν. δρὼ τὸν ἄνδρα καὶ βραχυλογούντα ἰκανὼς καὶ δεινὼς καθαπτόμενον ἐν ἀπολογίας ἡθεῖ, ἀττικίζοντά τε οὐχ ἀκρατῶς, οὐδὲ ἐκφύλως (τὸ γὰρ ἐπειρόχαλον ἐν τῶι ἀττικίζειν βάσβαρον), ἀλλ’ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνθέτως δὲ χωρίωι προσβαλεῖν Κριτίων ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ’ 25 ἀπαγγεῖλαι Κριτίων ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα ἐλλιπέστερον μὲν, ἢν δὲ καὶ λείον, ὥσπερ τοῦ ζεφύρου ἢ αὐρα.