Ancient Greek
592.7
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 592.7
Unproofread scanNot analysed yet
Βασιλεῖ θεοφιλεστάτῳ καὶ εὐσεβεστάτῳ Κωνσταντίνῳ (3) Αὐγούστῳ, Κύριλλος ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν Α᾽. Πρώτας ταύτας ἐξ Ἱεροσολύμων πρὸς τὴν θεοφιλῆ σου βασιλείαν ἀποστέλλω γραμμάτων ἀπαρχάς, σοὶ τε πρεπούσας ἀποδέξασθαι, χάρισι παρασχεῖν· οὐ λόγων χολακείας πεπληρωμένας, ἀλλ᾽ ἐπουρανίων μηνυτικὰς θεοπίας· οὔδ᾽ συνθέτους λόγων (4) ῥητορικῶν πιθανότητας περιεχούσας, ἀλλ᾽ ἀγίων σοι Εὐαγγελίων προρήσεσι, διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, μαρτυρούσας τὴν ἀλήθειαν.