Ancient Greek
592.9
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 592.9
Unproofread scanNot analysed yet
Β. Ἕτεροι μὲν γάρ, ἃς ὧν ἔχουσι, τὴν τιμίαν σου πολλάκις στεφανοῦσι κεφαλήν, χρυσοκόλλητους στεφάνους λίθοις διαγεστάτοις πεποιημένους προσ- A κομίζοντες (3). Ἡμεῖς δὲ οὐ τοῖς ἀπὸ γῆς σε σπεφανοῦμεν (τὰ γὰρ ἀπὸ τῆς γῆς δωρούμενα τέλος ἔχει τὴν γῆν)· ἀλλ' ἐπουρανίων πραγμάτων εἰκὼν ἐνέργειαν, ἐν τοῖς τῆς θεοφιλοῦς σου (4) βασιλείας χρόνοις ἐν Ἱεροσολύμοις τελεσθῆσαν, τῇ σῇ εὐσεβείᾳ μετὰ σπουδῆς ἀγομεν εἰς γνώσιν· οὐχ ἵνα νῦν πρῶτον (5) ἐξ ἀγνοίας ἐλθῃς εἰς θεογνωσίαν (φάναις γὰρ καὶ ἑτέρους διδάσκων, δι' ὧν εὐσεβεῖς), ἀλλ' ἵνα, ὅπερ ἤδεις, ταῦτα καὶ βεβαιωθῇς. Καὶ τὸν τῆς βασιλείας προγονικὸν ὑποδεξάμενος κλῆρον, μείζονα θεόθεν στεφάνους ἐπουρανίους τετιμησθαι μαθὼν, μᾶλλον Θεῷ μὲν τῷ Παμβασιλεῖ (6) καὶ νῦν τὴν πρέπουσαν ἀποδῶς εὐχαριστίαν· μείζονος δὲ τοῦ κατ' ἐχθρῶν θάρσους πληρωθῆς, ἔργῳ τὴν σὴν βασιλείαν ἀγαπᾶσθαι πρὸς Θεοῦ, δι' ὧν ἐπὶ σοῦ θαυματουργεῖ, καταλαβὼν.