Ancient Greek
595.1
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 595.1
Unproofread scanNot analysed yet
Α μονογενεῖ τοῦ Θεοῦ, τὴν πρέπουσαν μετ’ εὐχαριστίας προσκύνησιν ἀπεδωκάμεν τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφιλοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένας τε καὶ ποιησομένας · ἵδὲ δὲ τὰς ἐπουρανίου ταύτας θεοπίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ’ εὐαγγελισάσθαι σοι τὴν ἔνθεον εὐσέβειαν · ἐξαιτῶν, διὰ τούτων ἐσπουδάσαμεν (2) τῶν γραμμάτων · ἵνα ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοῦ προὑπαρχούσης πίστεως, τὴν ἐκ τῶν προσφάτως θεοῦ ἐπιδειχθέντων γνώσιν ἐποικοδομήσας, βεβαιότερον μὲν (3) τὸ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλαβὼν θάρσος · ὁμοῦ δὲ καὶ πάσης ἀνδρείας συνήθους πεπληρωμένος, ὡς ἂν αὐτὸν ἔχων Θεὸν σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἰσχυρότατα προσφέρῃς (4) · κἀνύμην καυχώμενον, τὸ δεῖχθὲν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενον · οὐ καὶ τὸ σχῆμα δείξας ἀνθρώποις ὁ οὐρανός, μειζόνως ἐκαυχᾶσθαι.