Ancient Greek
595.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 595.2
Unproofread scanNot analysed yet
Γ’. Τὸ μέντοι θαυματουργὸν τοῦτο, βασιλεῦ θεοφιλέστατε, προφητῶν μαρτυρίαις, καὶ Χριστοῦ φωναῖς ἁγίαις ἐν Εὐαγγελίοις (5) ἐγκειμένας ἀκολούθως, ἐπελέσθη τε νῦν, καὶ πάλιν μειζόνως τελεσθήσεται. Ἐν γὰρ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, μελλόντων πραγμάτων γνώσιν ὁ Σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος, καὶ δι’ ἐκείνων τοῖς μετ’ αὐτοὺς ὁμολοῦν (6), λευκώτατα προαναφώνων ἔλεγεν · Καὶ τότε φαίνεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Ἡντινα τῶν Εὐαγγελίων θεῖαν βιβλίον συνήθως εἰς χεῖρας ἀναλαβὼν, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγράφους (7) εὑρήσεις · ὧν μάλιστα σε, δι-