Ancient Greek
597.1
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 597.1
Unproofread scanNot analysed yet
A μονογενεῖ τοῦ Θεοῦ, τὴν πρέπουσαν μετ' εὐχαριστίας προσκύνησιν ἀπεδωκάμεν τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφιλοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένας τε καὶ ποιηθησομένας· ἵδει δὲ τὰς ἐπουρανίου ταύτας θεοπτίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ' εὐαγγελισασθαι σοὺ τὴν ἔνδον εὐσέβειαν· ἐξ αὐτῆς, διὰ τούτων ἐσπουδάσαμεν (2) τῶν γραμμάτων· ἵνα ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοῦ προὑπαρχούσης πίστεως, τὴν ἐκ τῶν προσφάτως θεόθεν ἐπιδειχθέντων γνώσιν ἐποικοδομήσας, βεβαιώτερον μὲν (3) τὸ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλαβὲν ὕψος· ὁμοῦ δὲ καὶ πάσης ἀνδρείας συνήθους πεπληρωμένος, ὡς ἂν αὐτὸν ἔχων Θεὸν σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἐτοίμαστα προσφέρης (4)· καὶ ὡς καυχῶμενον, τὸ δεῖξεν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενον· οὐ καὶ τὸ σχῆμα δείξας ἀνθρώποις ὁ οὐρανός, μειζόνως ἐκαυχᾶσθαι.