Ancient Greek
597.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 597.2
Unproofread scanNot analysed yet
Γ'. Τὸ μέντοι θαυματουργὸν τοῦτο, βασιλεῦ θεοφιλεστάτε, προφητῶν μαρτυρίαις, καὶ Χριστοῦ φωναῖς ἁγίαις ἐν Εὐαγγελίοις (5) ἐνχέιμεναις ἀπολούθως, ἐτελέσθη τε νῦν, καὶ πάλιν μειζόνως τελεσθήσεται. Ἐν γὰρ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, μελλόντων πραγμάτων γνώσιν ὁ Σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος, καὶ δι' ἐκείνων τοῖς μετ' αὐτοὺς ὁμιλῶν (6), λευκώστα προαναφωνῶν ἔλεγ· Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Ἡντινα τῶν Εὐαγγελίων θεῖαν βίβλον συνήθως εἰς χεῖρας ἀναλαβὼν, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγραφόους (7) εὑρήσεις· ὧν μάλιστα πᾶ, δι