Ancient Greek
562.3
Cyrillus Scr. Eccl., Mystagogiae 1-5 [Sp.] 562.3
Unproofread scanNot analysed yet
B'. 'Εωράκατε τοίνυν τὸν διάκονον τὸν νιψάσθαι διδόντα τῷ ἱερεῖ, καὶ τοῖς κυκλοῦσι τὸ θυσιαστήριον τοῦ Θεοῦ πρεσβυτέροις. Οὐ πάντως δὲ ἐδίδου διὰ τὸν σωματικὸν ῥύπον· οὐκ ἔστι τοῦτο. Οὔτε γὰρ ῥύπον σώματος ἔχοντες, τὴν ἀρχὴν εἰσήλθομεν εἰς τὴν ἐκκλησίαν. 'Αλλὰ σύμβολόν ἐστι, τοῦ δεῖν ὑμᾶς καθαρεύειν πάντων ἁμαρτημάτων καὶ ἀνομημάτων, τὸ νιψάσθαι. 'Επειδὴ γὰρ αἱ χεῖρες σύμβολον πράξεως· νιψάσθαι ταύτας, τὸ καθαρὸν δηλοῦσι καὶ ἄμωμον τῶν πράξεων αἰνιττόμεθα. Οὐχ ἤκουσας τοῦ μακαρίου Δαβὶδ B αὐτοῦτοῦ μυσταγωγοῦντος(2), καλλέγοντος, Νιψῶμαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε; Οὐκοῦν τὸ νιψάσθαι τὰς χεῖρας, τοῦ ἀνευθύνον εἶναι ἁμαρτηματι· σύμβολόν ἐστιν.